Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 29
Not analysed yet
Δύναται δὲ καὶ τὸ »Ηολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν »ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ †εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ »οὐκ ἤκουσαν« τὴν ὁμοίαν ἔχειν διήγησιν, οἱονεὶ ἐπιθυμησάντων κἀκείνων ἰδεῖν οἰκονομούμενον τὸ μυστήριον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐνσωματώσεως καὶ καταβάσεως ἐπὶ τὴν οἰκονομίαν τοῦ σωτηρίου τοῖς πολλοῖς πάθους αὐτοῦ. ὡς ἐπὶ παραδείγματος καὶ ἄλλο τι τοιοῦτον ἐλαμβάνομεν· ἔστω τινὰ τῶν ἀποστόλων, συνιέντα τὰ »ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι«, μὴ ὀψόμενον τὴν παρὰ τοῖς πεπιστευκόσι κατηγγελμένην δευτέραν σωματικὴν Ἰησοῦ ἔνδοξον ἐπιδημίαν, ἐπιθυμεῖν αὐτὴν ὁρᾶν· ἕτερον δέ τινα οὐ μόνον τὰ αὐτὰ τῷ ἀποστόλῳ οὐκ ἠκριβωκότα καὶ νενοηκότα, ἀλλὰ καὶ πολλῷ αὐτοῦ ἔλαττον ἀντεχόμενον τῆς θείας ἐλπίδος καταλαμβάνειν τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἣν ἐπιτεθυμηκέτω μὲν κατὰ τὸ παράδειγμα ὁ ἀπόστολος, μὴ τεθεωρηκέτω δέ.