Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 28-3
Not analysed yet
Εἰς δὲ τὸν αὐτὸν τόπον καὶ τοιούτῳ παραδείγματι χρηστέον, ὅτι Παῦλος ὁ μὲν σαρκικὸς πεπρᾶσθαι λέγει ὑπὸ τὴν ἁμαρ- τίαν, καὶ οὐδὲν ἀνακρίνειν οἷός τε ἦν, »ὁ δὲ πνευματικὸς ἀνακρίνει »πάντα«, καὶ »ὑπ' οὐδενὸς ἀνακρίνεται«. καὶ τοῦ μὲν σαρκικοῦ εἰσιν φωναί· »Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ«· τοῦ δὲ πνευματικοῦ· »ὃ θέλω πράσσω, καὶ ὃ μισῶ οὐ ποιῶ«. ἀλλὰ καὶ ὁ ἁρπαγεὶς »ἔως τρίτου οὐρανῦ« καὶ ἀκούσας »ἄρρητα ῥήματα« ἕτερος ἦν παρὰ τὸν λέγοντα· »Περὶ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ »δὲ ἐμαυτοῦ οὐ καυχήσομαι«.