Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 29-2
Not analysed yet
εἰ δὲ καὶ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος γίνεται, ἕνα Ἰουδαίους κερδήσῃ, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, >κερδήσῃ, τοῖς τε ἀνόμοις ὡς ἄνομος, »μὴ ὢν »ἄνομος θεοῦ ἀλλ' ἔννομος Χριστοῦ«, ἴνα κερδήσῃ τοὺς ἀνόμους, καὶ τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ, δῆλον ὅτι ἐξεταστέον αὐτοῦ τοὺς λόγους, ἰδίᾳ μὲν τοὺς Ἰουόαίους,ἰόίᾳ δὲ ὅτε ἐστὶν ὡς ὑπὸ νόμον, καὶ ἄλλοτε ὅτε ἐστὶν ὡς ἄνομος, ἔσθ' ὅτε δὲ ὅτε γίνεται ἀσθενής.