Ancient Greek · ~2 min
281 to 284
Origen, Commentarii in Evangelium Joannis 281-2-284
Not analysed yet
ὁ δὲ οἶκος ὅλος χ· ρυσοῦται· »Ὅλον, γάρ φησιν, τὸν οἶκον περιέχρισεν χρυσίῳ, ἕως συντελείας παντὸς τοῦ οἴκου«. τὰ μέντοι δύο Χερουβεὶμ ἐν τῷ Δαβεὶρ ἦν, ὅπερ οὐ δεδύνηνται ἑρμηνεῦσαι κυρίως οἱ μεταλαμβάνοντες εἰς Ἑλληνισμὸν τὰ Ἑβραίων. καταχρηστικώτερον δὲ τινες ναὸν αὐτὸν εἰρήκασιν τοῦ ναοῦ τιμιώτερον τυγχάνοντα. πάντα μέντοι γε χρυσὸς τὰ κατὰ τὸν οἶκον γεγένηται, εἰς σύμβολον τοῦ τελειουμένου πάντως νοῦ πρὸς τὴν τῶν νοητῶν ἀκριβῆ †ἀπόταξιν. ἐπεὶ δὲ παντάπασιν οὐκ ἔστιν βατὰ καὶ γνωστά. οἰκοδομεῖταί καταπέτασμα τῆς αὐλῆς, τοῖς πολλοῖς τῶν ἱερεῶν καὶ Λευϊτῶν οὐκ ἀποκαλυπτομένων τῶν ἐνδοτάτω.