Ancient Greek · ~7 min
273 to 280
Origen, Commentarii in Evangelium Joannis 273-2-280
Not analysed yet
Οὐδὲν δὲ ἄτοπον ἔσται διὰ μέσου τοῖς μηδὲν πέρα τῆς ἱστορίας οἰομένοις διὰ τούτων δηλοῦσθαι δυσωπητικοὺς λόγους προσαγαγεῖν πρὸς τὸ ὡς πνεύματος γραμμάτων ζητῆσαι τοῦ πνεύματος νοῦν ἐν τούτοις ἄξιον. ἀρα γὰρ οἱ τῶν βασιλέων υἱοὶ ἐσχόλαζον τῇ πελεκήσει τῶν μεγάλων καὶ τιμίων λίθων, ἀναλαμβάνοντες τέχνην βασιλικῆς εὐγενείας ἀλλοτρίαν; καὶ ὁ ἀριθμὸς τῶν νωτοφόρων καὶ λατόμων καὶ ἐπιστατῶν ,τοῦ τε χρόνου τῆς ἑτοιμασίας τῶν λίθων καὶ τῆς ἐπισημειώσεως τῶν ὁμοίων ὡς ἔτυχεν ἀναγέγραπται; ἐχρῆν δὲ τὸν ἅγιον ἐν εἰρήνῃ κατασκευαζόμενον οἶκον τῷ θεῷ ᾠκοδομῆσθαι χωρὶς σφύρας καὶ πελέκεως καὶ παντὸς σιδηροῦ σκεύους, ἵνα μηδὲν ἀκουσθῇ θορυβῶδες ἐν τῷ ναῷ τοῦ θεοῦ. πάλιν δὲ ἀπορῶ πρὸς τοὺς τῇ λέξει δουλεύοντα πῶς δυνατὸν ὀγδοήκοντα χιλιάδων λατόμων τυγχανουσῶν λίθοις ἀκροτόμοις ἀργοῖς οἰκοδομεῖται τὸν οἶκον τοῦ θεοῦ, σφύρας καὶ πελέκεως καὶ παντὸς σκεύους σιδηροῦ οὐκ ἀκουσθέντος ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν ; ἀλλὰ μήποτε οἱ λατομούμενοι λίθοι ςῶντες ἀψοφητὶ καὶ ἀταράχως λατομοῦνται ἔξω τοῦ κατὰ τὸν ναόν, ἵνα ἕτοιμοί ἔλθωσιν ἐπὶ τὸ ἁρμόζον αὐτοῖς τῆς οἰκοδομῆς χωρίον. καὶ ἀνάβασις δέ τις περὶ τὸν οἶκον τοῦ θεοῦ μὴ γεγωνιωμένη, ἀνακλάσεις εὐθειῶν ἐ̓χουσα. γέγραπται γάρ· Καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ »τριώροφα«· ἑλικοειδῆ γὰρ ἐχρῆν εἶναι τὴν ἐν τῷ ναῷ τοῦ θεοῦ ἄνοδον τῆς ἕλικος ἀναβάσει τὸν ἰσαίτατον κύκλον μιμουμένης. ἴνα δὲ οὗτος ὁ οἶκος βέβαιος ᾖ, ὡς ἔνι μάλιστα οἰκοδομοῦνται ἔνδεσμοι αὐτῷ δέ ὅλου οἵκου πέντε ἐν πήχει τὸ ὕψος, ἵνα ἡ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰς καλουμένας θείας αἰσθήσεις ἄνοδος δηλωθῇ ἐν ὕψει τυγχάνουσα πρὸς κατανόησιν τῶν νοητῶν. μακαριωτέρων δὲ λίθων χωρίον ἔοικέν εἶναι τὸ καλούμενον Δαβείρ ,ἔνθα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ κυρίου ἦν x003E; οὕτως εἴπω, τὸ χειρόγραφον ἐτύγχανεν τοῦ θεοῦ, θεοῦ, αἱ πλάκες γεγραμμέναι τῷ δακτύλῳ αὐτοῦ.