Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 284
Not analysed yet
Προσδιετρίψαμεν δὲ ὑπὲρ τοῦ τὸ ἐξαίρετον ἰδεῖν τοῦ ὡς προβάτου ἐπὶ σφαγὴν ἀχθέντος καὶ ὡς ἀμνοῦ ἐνώπιον τοῦ κείραντος ἀφώνου, τῷ περὶ τῶν μαρτύρων λόγῳ καὶ τῷ ὑπὲρ τῶν τεθνηκότων διὰ λοιμικὰ καταστήματα διηγήματι. εἰ γὰρ τάδε μὲν ὑπὸ Ἑλλήνων οὐ μάτην ἱστόρηται, τάδε δὲ καλῶς περὶ τῶν εἴρηται περικαθαρμάτων τοῦ κόσμου γινομένων, καὶ »πάντων »περίψημα« λεγομένων διὰ ταῦτα τῶν ἀποστόλων, τί ὑποληπτέον καὶ πηλίκον περὶ τοῦ ἀμνοῦ τοῦ θεοῦ διὰ τοῦτο θυομένου, ἵνα ἄρῃ ἁμαρτίαν οὐκ ὀλίγων, ἀλλ' ὅλου τοῦ κόσμου, ὑπὲρ οὗ καὶ πέπονθεν;