Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 285
Not analysed yet
κἂν γάρ »τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν »Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, »οὐκ †ἐπὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«· ἐπεὶ σωτήρ ἐστιν πάντων ἀνθρώπων, μάλιστα πιστῶν« ὁ »ἐξαλείψας »τὸ καθ’ ἡμῶν χειρόγραφον« τῷ ἑαυτοῦ αἴματι καὶ ἄρας αὐτὸ ἐκ τοῦ μέσου, ἵνα μηδὲ ἔχην κἂν ἀπαληλειμμένων τῶν ἁμαρτημάτων εὑρίσκηται, καὶ »προσηλώσας τῷ σταυρῷ«. ὃς »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ »τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας« ἐν τῷ ξύλῳ.