Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 286-2
Not analysed yet
ἐφίστημι δὲ μήποτε ὁ μὲν Σαλομὼν εἰς τὸν πρωτότοκον πάσης κτίσεως λαμβάνεσθαι δύναται, ὁ δὲ Χειρὰμ εἰς ὅν ἀνείληφεν οὑτος ἄνθρωπον, ἀπὸ τῆς τῶν ἀνθρώπων συνοχῆς Τύριοι γὰρ ἑρμηνεύονται συνέχοντες) τῇ φύσει τὸ γένος ἔχοντα, ὅστις πεπληρωμένος πάσης τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως εἰσήχθη, συνεργῶν τῷ πρωτοτόκῳ πάσης συνέσεως ἵνα οἰκοδομήσῃ τὸν ναόν, ἐν ᾧ καὶ θυρίδες παρακυπτόμεναι κρυπταὶ κατασκευάζονται πρὸς τὸ τὰς ἐλλάμψεις τοῦ φωτὸς τοῦ θεοῦ σωτηρίως δυνηθῆναι χωρῆσαι, καὶ τι με δεῖ λέγειν καθ' ἕκαστον;) ἴνα εὑρεθῇ τὸ σῶμα Χριστοῦ ἡ ἐκκλησία τὸν λόγον ἔχουσα τοῦ πνευματικοῦ οἴκου καὶ ναοῦ τοῦ θεοῦ· ὡς γὰρ προεῖπον, τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης δεόμεθα σοφίας, χωρητῆς τυγχανούσης μόνῳ τῷ δυναμένῳ εἰπεῖν· »Ἡμεῖς δὲ νοῦν »Χριστοῦ ἔχομεν‘ ,ἴνα κατὰ τὸ βούλημα τοῦ οἰκονομήσαντος ταῦτα γραφῆναι πνευματικῶς ἐκλάβω μεν ἕκαστον τῶν εἰρημένων.