Ancient Greek · ~3 min
287 to 290
Origen, Commentarii in Evangelium Joannis 287-2-290
Not analysed yet
ἄλλως δὲ καὶ οὐ κατὰ τὸ παρόν ἐστιν ἀνάγνωσμα ἕκαστον τούτων ἀναπλῶσαι. καὶ ταῦτα οὖν αὐτάρκη πρὸς τὸ ἰδεῖν πῶς »Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ«. Ἄξιον δὲ μετὰ ταῦτα ἰδεῖν εἰ δυνατὸν τὰ ἱστορούμενα γεγονέναι κατὰ τὸν ναὸν συμβεβηκέναι ποτὲ ἢ συμβήσεσθαι περὶ τὸν πνευματικὸν οἶκον. δόξει δὲ ὁ λόγος θλίβειν ἑκατέρωθεν εἴτε γὰρ ἐροῦμεν οἷόν τε γενέσθαι ἢ γεγονέναι τινὰ λόγον τοῖς κατὰ τὴν ἱστορίαν περὶ τὸν ναόν, δυσόκνως μετάπτωσιν τῶν τηλικούτων ἀγαθῶν θῶν παραδέξονται οἱ ἀκούοντες, πρῶτον Ι μὲν διὰ τὸ μὴ βούλεσθαι, δεύτερον δὲ διὰ τὸ ἀπεμφαίνειν τροπὴν τῶν ἀγαθῶν ἔσεσθαι. εἰ δὲ βουλόμενοι ἄτρεπτα τηρεῖν τὰ ἅπαξ δοθέντα τοῖς ἁγίοις ἀγαθὰ οὐκ ἐφαρμόσομεν τὰ τῆς ἱστορίας, δόξομεν ὅμοιόν τι τοῖς ἀπὸ τῶν αἱρέσεων τούτῳ ποιεῖν, τὴν συμφωνίαν τῆς διηγήσεως τῶν γραφῶν ἀρχῆθεν μέχρι τέλους μὴ φυλάττοντες.