Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 288-2
Not analysed yet
πρὸς τούτοις ὁ ἀπόστολος σπόρον μὲν ὀνομάζει τὴν ἐν τῷ βίῳ τούτῳ εὐποιίαν ἢ ἁμαρτίαν τῶν ἀνθρώπων, θερισμὸν δὲ τὰ διὰ τὰ ἐνταῦθα κατορθώματα ἢ ἁμαρτήματα ἑκάστῳ κατὰ τὴν ἀξίαν ἀποκείμεναι οὕτω λέγων· »Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ »θερίσει ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν· »ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον«.