Ancient Greek
285 to 287
Origen, Commentarii in Evangelium Joannis 285-3-287
Not analysed yet
Ποσαχῶς ὁ θερισμὸς ἐν τῇ γραφῇ λέγεται καὶ ἐφ' ὅσων τάσσεται νομίζω ἀναγκαῖον εἶναι παραθέσθαι, ἴνα κατὰ τὸ δυνατὸν ἡμῖν καθοραθέντος τοῦ σημαινομένου δυνηθῶμεν ἐνθάδε ἰδεῖν ἐπὶ τίνος τῶν πλειόνων τέτακται ἡ λέξις. ὁρῶμεν δὴ ἐν τῷ κατὰ Ματθαῖον, ἡνίκα »προσῆλθον οἱ μαθηταὸ τῷ κυρίῳ λέγοντες· Διασά- »φησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ« διδασκαλίαν περὶ ταύτης τοῦ κυρίου μεθ’ ἕτερα λέγουσαν· »Ὁ δὲ θερισμὸς συν- »τέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν«. ἀλλὰ μὴν καὶ ἐν ἑτέρῳ τόπῳ περὶ τοῦ πλήθους τῶν πιστευόντων ἀπορούντων διδασκαλίας τρανούσης αὐτοῖς περὶ ὡν πιστεύουσιν, φησὶν ὁ σωτὴρ ἡμῶν· »Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὐν »τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν »αὐτοῦ«.