Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 290-2
Not analysed yet
κεῖται δὲ τὸ ὄνομα πολλαχοῦ καὶ ἐπὶ τῆς συνηθείας, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ διὰ τούτων· »Αὑται δὲ παρε- »γενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν«. πέντε δὲη ἐπ· ὶ τοῦ παρόντος ἐκτεθέντων σημαινομένων φανερὸν μὲν ὅτι οὐ τὸ ἐν τῇ συνηθείᾳ δηλούμενον ἐνταῦθα εἴρηται, ἀλλ' οὐδὲ τὸ ἐπὶ τῆς συντελείας τεταγμένον· οὔτε γὰρ τὸ έν τῇ συνηθείᾳ »ὁ »μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον«, οὔτε περὶ τῶν θεριστῶν ἀγγέλων τὸ προτρεπτικὸν εἰς τὸ θερίζειν εὕλογον ἐν τῷ τόπῳ τούτῳ νοεῖν.