Ancient Greek · ~2 min
291 to 292
Origen, Commentarii in Evangelium Joannis 291-3-292
Not analysed yet
ἀλλ' οὐδὲ κατὰ τὸ »Ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθορὰν καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα »ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον« οἷόν τε ἐνθάδε λαμβάνειν τὸ »Ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν »αἰώνιον«. κατὰ μὲν γὰρ τὰ ἀποστολικὰ ῥητὰ ὁ αὐτός ἐστιν ὁ σπείρων καὶ ὁ θερίζων, εἴτε εἰς τὴν σάρκα, εἴτε εἰς τὸ πνεῦμα, καὶ διὰ τοῦτο συνάγων ἤτοι φθορὰν ἢ ζωὴν αἰώνιον· κατὰ δὲ τὰ ἐνεστηκότα ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.