Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 292
Not analysed yet
Ἀλλ' ἐπεί, ὡς προείπομεν, τὰ κατὰ τῶν ἀντικειμένων ἀνδραγαθήματα πεποιηκὼς ἐδεῖτο τοῦ πλύναι »ἐν οἴνῳ τὴν στολὴν »αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ«, ἀνῄει πρὸς τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου πατέρα, ἴν’ ἐκεῖ ἀποπλυνάμενος μετὰ τὸ ἀναβῆναι εἰς ὕψος, αἰχμαλωτεύσας τὴν αἰχμαλωσίαν, καταβῇ φέρων τὰ ποικίλα χαρίσματα, τὰς διαμεμερισμένας τοῖς ἀποστόλοις γλώσσας ὡσεὶ πυρὸς καὶ τοὺς παρεσομένους έν πάσῃ πράξει ἁγίους ἀγγέλους καὶ ῥυσομένους αὐτούς.