Ancient Greek · ~2 min
293 to 294
Origen, Commentarii in Evangelium Joannis 293-294
Not analysed yet
πρὸ γὰρ τούτων τῶν οἰ κονομιῶν ἅτε μηδέπω κακαθαρμένοι οὐκ ἐχώρουν ἀγγέλων παρ' αὐτοῖς ἐπιδημίαν, τάχα οὐδ’ αὐτῶν βουλομένων πω τοῖς μὴ εὐτρεπισμένοις καὶ κεκαθαρμένοις ὑπὸ τοῦ Ἰησοῦ παρεἶναι. τῆς γὰρ Ἰησοῦ μόνου φιλανθρωπίας ἠν μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίειν καὶ πίνειν, καὶ παρέχειν ἑαυτοῦ τοὺς πόδας τοῖς δαδρύοις τῆς μετανοούσης ἁμαρτωλοῦ, καὶ μέχρι θανάτου καταβαίνειν ὑπὲρ ἀσεβῶν, οὐχ ἁρπαγμὸν ἡγουμένου τὸ εἶναι ἵσα θεῷ, καὶ κενοῦν ἑαυτὸν τὴν τοῦ δούλου λαμβάνοντος μορφήν.