Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 293-3
Not analysed yet
ὁμοίως δὲ ὁ αὐτὸς μὲν σπείρει καὶ θερίζει καθ' ὃ παρεθέμεθα ἐν ψαλμοῖς ῥητὸν διαφέρον τοῦ ἀποστολικοῦ τῷ μυστικωτέρῳ καὶ ἀπορρητο- τέρῳ· τὸ μὲν γὰρ ἀποστολικὸν ἁπλούστερον εἴρηται οὐ διδάσκον περὶ τῆς διαφόρου φύσεως τῶν σπερμάτων πόθεν λαμβάνεται· τὸ δὲ ἀπὸ τῶν ψαλμῶν δοκεῖ μοι δηλοῦν περὶ τῆς καθόδου τῶν εὐγενεστέρων ψυχῶν παραγινομένων εἰς τὸν βίον τοῦτον μετὰ τῶν σωτηρίων σπερμάτων, καὶ παραγινομένων γε οἱονεὶ ἀκουσίως μετὰ στεναγμοῦ, ἐπανερχομένων δὲ ἐν ἀγαλλιάσει διὰ τὸ καλῶς γεγεωργηκέναι καὶ ηὐξηκέναι καὶ πεπληθυνκέναι τὰ σπέρματα, μεθ’ ὡν ἐληλύθασιν. »ἄλλος »δέ ἐστιν ὁ σπείρων καὶ ἀλλος ὁ θερίζων« ἐν τῇ προκειμένῃ λέξει.