Ancient Greek · ~5 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 294
Not analysed yet
καὶ μετ' ὀλίγα πρὸς τὴν Ἱερουσαλήμ· Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει »ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσουσι τὸν τόπον τὸν ἅγιο; ν μου. καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων καὶ »παροξυνάντων σε· καὶ κληθήσῃ πόλις κυρίου, Σιὼν ἁγίου Ἰσραήλ, »διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἠν »ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν »γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, »καὶ γνώσῃ ὅτι ἐγὼ κύριος σώζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ. καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύ- »ριον ,ἀντὶ δὲ ξύλων οἵσω σοι χαλκόν ,ἀντὶ δὲ λίθων σίδηρον. καὶ Λώσω τοὺς ἄρχοντάς σου ἐν ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν »δικαιοσύνῃ. καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία έν τῇ γῇ σου, οὐδὲ σύν- »τριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτή- ριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. καὶ οὐκ ἔσται σοι ἔτι »ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· »ἀλλ' ἔσται σοι Χριστὸς φῶς αἰώνιον, καὶ ὁ θεὸς Ι δόξα σοι. οὐ γὰρ Λύσεταί σοι ὁ ἥλιος, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ κύ- »ριός σοι φῶς αἰώνιον, καὶ πληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους »σου«. ταῦτα γὰρ σαφῶς.