Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 295-2
Not analysed yet
περὶ τοῦ μέλλοντος αἰῶνος προφητεύεται τοῖς ἐν αἰχμαλωσίᾳ οὖσιν υἱοῖς Ἰσραήλ, ἐφ' οὕς ἠλθεν ἀποσταλεὶς ὁ λέγων· »Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα »οἴκου Ἰσραήλ«. εἰ δὲ αἰχμάλωτοι ὄντες ταῦτα ἐν τῇ πατρίδι αὐτῶν ἀπολήψονται, ὅτε καὶ προσήλυτοι προσελεύσονται αὐτοῖς διὰ τοῦ χριστοῦ καὶ ἐπ' αὐτοὺς καταφεύξονται ,κατὰ τὸ λεγόμενον· »Ἰδοὺ »προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται«, δῆλον ὅτι περὶ τὸν ναὸν τυγχάνοντές ποτε οἱ αἰχμαλωτευθέντες καὶ Πάλιν ἐκεῖσε ἐ. πανελεύσονται ἀνοικοδομηθησόμενοι, τιμιώτατοι γεγενημένοι λίθων· νικῶν γάρ τις καὶ παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει ἐπαγγελίαν ἔχει ἔχει ἐσεσθαι ἐν τῷ ναῷ τοῦ θεοῦ, μὴ ἐξελευσόμενος ἔξω.