Ancient Greek · ~2 min
296 to 297
Origen, Commentarii in Evangelium Joannis 296-2-297
Not analysed yet
ταῦτα δέ μοι πάντα εἴρηται ὑπὲρ τοῦ κἂν έν βραχείᾳ περινοίᾳ γενέσθαι ἡμᾶς τῶν κατὰ τὸν ναὸν καὶ τὸν οἶκον τοῦ θεοῦ καὶ τὴν ἐκκλησίαν καὶ τὴν Ἱερουσαλὴμ πραγμάτων ,»περὶ ὡν οὐκ ἔστιν νῦν »λέγειν κατὰ μέρος«. τὴν δὲ ἀκριβεστάτην καὶ μέχρι τοῦ τυχόντος περὶ ταῦτα ἐπιμελῆ ἐξέτασιν ποιητέον τ οῖς μὴ ἀπαυδῶσιν πρὸς τοὺς ἐν τῷ ἐντυγχάνειν ταῖς προφητείαις x003E; ζητεῖν τὸν ἐν αὐταῖς πνευματικὸν νοῦν καμάτους. καὶ ταῦτα μὲν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.