Ancient Greek · ~2 min
296 to 297
Origen, Commentarii in Evangelium Joannis 296-3-297
Not analysed yet
Ζητῶμεν οὖν ἕβδομον σημαινόμενον κατάλληλον τοῖς προαποδεδομένοις εἰς τὸ »Οὐχ ὑμεῖς λέγετε· Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; «καὶ εἰς τὸ »Ἰδοὺ λέγω ὑμῖν Ἑπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«. ὁ δὴ περὶ τῆς σαφηνείας τῶν γραφῶν τρανὴς λόγος, ἢ ὁ περὶ τοῦ πῶς πάντα, ὅσα ὁ θεὸς ἐποίησεν, καλὰ λίαν, εἴρηται ἡμῖν ὁ θερισμός, ὅντινα ὁ θερίζων δύο καρποὺς τοῦ θερίζειν ἔχει· ἕνα μὲν ὅτε λαμβάνει μισθόν, ἕτερον δὲ ὅτε συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.