Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 298-3
Not analysed yet
καὶ νομίζω διὰ μὲν τὰς μετὰ ταῦτα ἐπαγγελίας ἐσομένας κατὰ τὰ γεγραμμένα· »Ἰδοὺ κύριος ἔρχεται καὶ ὁ μισθὸς »αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ« εἰρῆσθαι τὸ »Μισθὸν λαμβάνει«· διὰ δὲ τὴν ἀπ’ αὐτῆς τῆς θεωρίας ὠφέλειαν, αὐτόθεν κατὰ φύσιν οὖσαν τῷ νῷ καὶ τῇ λογικῇ ἐξαίρετον τυγχάνουσαν καὶ χωρὶς ἑτέρων παρὰ ταύτην ἐπαγγελιῶν γεγράφθαι τὸ »Συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ὅπερ εὐπάθειάν τινα τοῦ ἡγεμονικοῦ δηλοῖ, ὡς καὶ ἐν τῷ τρίτῶ τῶν Στρωματέων παρεστήσαμεν διηγούμενοι τὸ »Ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀπο- »δώσει σοι«.