Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 30
Not analysed yet
οὐ ψεῦδος δὴ ἐροῦμεν ὅτι †οἵδε δύο, ἃ ἐπεθύμησεν ὁ ἀπόστολος ἰδεῖν ἢ καὶ ἀπόστολοι, Τεθέανται, καὶ οὐ πάντως παρὰ τοῦτο συνετωτέρους αὐ- τοὺς ἢ μακαριωτέρους ἀνάγκη λέγειν τῶν ἀποστόλων· οὕτως οὐδὲ τοὺς ἀποστόλους σοφωτέρους τῶν πατέρων ἢ Μωσέως καὶ τῶν προφητῶν, καὶ μάλιστα τῶν ἐπιπλεῖον δι᾿ ἀρετὴν ἀξιωθέντων ἐπιφανειῶν καὶ ἐμφανειῶν θείων καὶ ἀποκαλύψεων μυστηρίων μεγάλων.