Ancient Greek
300 to 301
Origen, Commentarii in Evangelium Joannis 300-2-301
Not analysed yet
πῶς γὰρ δύναταί τις πιστεύειν κυρίως λέγεσθαι τῇ γραφῇ τὸν ἐν αὐτῇ Ι τοῦ ἁγίου πνεύματος νοῦν μὴ θεωρῶν, ὃν πιστεύεσθαι μᾶλλον ὁ θεὸς βούλεται ἢ τὸ τοῦ γράμματος θέλημα; κατὰ τοῦτο λεκτέον μηδένα τῶν κατὰ σάρκα περιπατούντων πιστεύειν τοῖς πνευματικοῖς τοῦ νόμου, οἷς μηδὲ τὴν ἀρχὴν φαντά- ζεται. πλήν φασι μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων ,παρεκδεξάμενοι τὸ ἐν τῷ κατὰ Ἰωάννην ἐπὶ τέλει εἰρημένον πρὸς τὸν Θωμᾶν ὑπὸ τοῦ κυρίου· »Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες«. οὐ γὰρ x003E; μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων.