Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 302-2
Not analysed yet
κατὰ γοῦν τὴν ἐκδοχὴν αὐτῶν τῶν ἀποστόλων στόλων μακαριώτεροι οἱ μετὰ τοὺς ἀποστόλους εἰσίν, ὅπερ ἐστὶ πάντων των ἠλιθιώτατον. ἰδεῖν δὲ τῷ νῷ τὰ πιστευόμενα δεῖ τὸν ἐσόμενον μακάριον ὡς οἱ ἀπόστολοι, δυνηθέντα ἀκούειν τὸ Μακάριοι οἱ ὀφ- »θαλμοὶ ὑμῶν ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν« καὶ τὸ Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἅ βλέπετε καὶ οὐκ εἶδον, ,καὶ ἀκοῦσαι ἅ ἀκούετε καὶ οὐκ ἤκουσαν«.