Ancient Greek · ~2 min
300 to 301
Origen, Commentarii in Evangelium Joannis 300-3-301
Not analysed yet
ἀλλὰ αὐτόθεν νομίζω βίαιον εἶναι τὴν διήγησιν αὐτοῦ, φάσκοντος τὸν σωτῆρα μισθὸν λαμβάνειν καὶ συγχέοντος τὸν μισθὸν καὶ τὴν συναγωγὴν τοῦ καρποῦ εἰς ἒν ἄντικρυς τῆς γραφῆς δύο πράγματα παριστάσης, ὡς προδιηγησάμεθα. Ei τοίνυν ἐπιτέτευκται ἡμῖν ἡ ἔπαρσις τῶν ἀποστολικῶν ὀφθαλμῶν καὶ ἡ θέα τῶν χωρῶν, λευκῶν ἤδη πρὸς θερισμὸν οὐσῶν, ἤδη ἀκολούθως τούτοις ἐξεταστέον τί τὸ »Ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ »καὶ ὁ θερίζων«.