Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 299-3
Not analysed yet
Ὁ δὲ Ἡρακλέων τὸ »Ὁ θερίζων μισθὸν λαμ- »βάνει« εἰρῆσθαι νομίζει ἐπεὶ θεριστὴν ἑαυτὸν λέγει, φησίν ὁ σωτήρ. σωτήρ. καὶ τὸν μισθὸν τοῦ κυρίου ἡμῶν ὑπολαμβάνει εἶναι τὴν τῶν θεριζομένων σωτηρίαν καὶ ἀποκατάσταστασιν τῷ ἀναπαύεσθαι αὐτὸν ἐπ' αὐτοῖς. τὸ δὲ Καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰ ώνιον« φησὶν εἰρῆσθαι, ἢ ὅτι τὸ συναγόμενον καρπὸς ζωῆς αἰωνίου ἐστίν, ἢ καὶ αὐτὸ ζωὴ αἰώνιος.