Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 302
Not analysed yet
κατανοητέον δὲ εἰ μὴ τοῦ αὐτοῦ κόσμου φῶς εἶναι λέγεται ὁ χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ· ἀλλ' ὅτε μὲν Χριστὸς φῶς τοῦ κόσμου ἐστίν, τάχα τῆς ἐκκλησίας ἐστὶ φῶς· ὅτε δὲ οἱ μαθηταὶ αὐτοῦ φῶς τοῦκόσμου, μήποτε τῶν παρακαλουμένων εἰσὶ φῶς, ἑτέρων ὄντων παρὰ τὴν ἐκκλησίαν, ὥσπερ τῷ Παύλῳ περὶ τούτων εἴρηται ἐν τῷ προοιμίῳ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς στολῆς γράφοντι· »Τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σὺν πᾶσι τοῖς ἐπικαλου- »μένοις τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ«· ἐάν οὐν τις τοῦ κόσμου φῶς λέγεσθαι τὴν ἐκκλησίαν, οἱονεὶ τοῦ λοιποῦ γένους τῶν ἀνθρώπων καὶ τῶν ἀπίστων, εἰ μὲν προφητικῶς τοῦτο διὰ τὸν περὶ τέλους λόγον ἐκλήψεται, τάχε ἔχει χώραν τὸ λεγόμενον· εἰ δὲ ὡς ἤδη γινόμενον ,ἐπεὶ τὸ φῶς τινος φωτίζει ἐκεῖνο, οὑ ἐστι φῶς, δεικνύτωσαν πῶς τὸ λοιπὸν γένος φωτίζεται ὑπὸ τῆς παρεπιδημούσης τῷ κόσμῳ ἐκκλησίας.