Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 303
Not analysed yet
εἰ δὲ τοῦτο δεικνύναι οὐ δύνανται, ἐπιστησάτωσαν μήποτε ὑγιῶς ἐξειλήφαμεν φῶς μὲν εἶναι τὴν ἐκκλησίαν, κόσμον δὲ τοὺς ἐπικαλουμένους. ἡ δὲ δὲ φωνή, κειμένη ἐν τῷ κατὰ Ματθαῖον, τῷ ἐπιμελέστατα ἐρευνῶντι τὰς γραφὰς παραστήσει τὴν διήγησιν· »Ὑμεὶς, γάρ φησιν, ἐστὲ τὸ ἅλα τῆς γῆς«· τάχα τῆς γῆς τῶν λοιπῶν ἀνθρώπων νοουμένων, ὧν ἅλας εἰσὶν οἱ πεπιστευκότες, αἴτιοι τοῦ τηρεῖσθαι τὸν κόσμον διὰ τοῦ πιστεύειν τυγχάνοντες· τότε γὰρ ἡ συντέλεια ἔσται ἐὰν τὸ ἄλα μωρανθῇ« καὶ μηκέτι ᾐ τὸ ἁλίζον καὶ συντηροῦν τὴν γῆν, ἐπεὶ σαφὲς ὅτι ἐὰν πληθυνθῇ ἡ ἀνομία, καὶ ψυγῇ ἡ ἀγάπη ἐπὶ τῆς γῆς ὡς καὶ αὐτὸν τὸν σωτῆρα διστακτικὴν προενέγκασθαι περὶ τῶν ἐν τῇ ἐπιδημίᾳ ἑαυτοῦ φωνὴν λέγοντα· »Πλῆν ὁ υἹὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν »ἐπὶ τῆς γῆς; «)τότε συντέλεια ἔσται τοῦ πρὸ αἰῶνος.