Ancient Greek · ~2 min
303 to 304
Origen, Commentarii in Evangelium Joannis 303-3-304
Not analysed yet
εἰ δὲ τοῦτο ἐπὶ τεχνῶν ἐστιν ἀληθὲς καί τινων ἐπιστημῶν, πόσῳ πλέον ἐπὶ τῆς τέχνης τῶν τεχνῶν καὶ ἐπιστήμης τῶν ἐπιστημῶν ἔστι συνιδεῖν; τὰ γὰρ εὑρεθέντα ὑπὸ τῶν προτέρων ἐπεξεργασάμενοι οἱ μετ' αὐτοὺς παραδεδώκασιν τοῖς ἑξῆς ἐξεταστικῶς Προσιοῦσιν τοῖς εὑρεθεῖσιν ἀφορμὰς τοῦ τὸ ἓν σῶμα τῆς ἀληθείας μετὰ σοφίας συναχθῆναι. πληρωθέντος δὴ τοῦ παντὸς ἔργου τῆς τέχνης τῶν τεχνῶν, »ὁ σπεί- »ρων ὁμοῦ χαίρει καὶ ὁ θερίζων«, τοῦ ἀμειβομένου θεοῦ εἰς ἓν πάντας τέλος συνάγοντος.