Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 305-3
Not analysed yet
ὅρα δὲ εἰ οἱ μὲν »σπείροντές« εἰσιν Μωσῆς καὶ προφῆται, γράψαντες τὰ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν καὶ κηρύξαντες τὴν Χριστοῦ ἐπιδημίαν· »οἱ θερί »σαντες« δὲ οἱ τὸν χριστὸν παραδεξάμενοι καὶ τεθεαμένοι τὴν δόξαν αὐτοῦ ἀπόστολοι, συμφωνοῦσαν τοῖς προφητικοῖς περὶ αὐτοῦ λογικοῖς σπέρμασιν θερισθεῖσιν κατὰ τὴν ἐπεξεργασίαν καὶ κατανόησιν τοῦ κεκρυμμένου μυστηρίου ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ ἐπ ἐσχάτου τῶν καιρῶν, ὅπερ »ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις‘.