Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 306-2
Not analysed yet
διόπερ »ἄρτι πιστεύω ἐκ μέρους· ὅταν δὲ ἔλθῃ τὸ τέλειον« τῆς πίστεως »τὸ ἐκ μέρους καταργηθήσεται«, τῆς διὰ εἴδους πίστεως πολλῷ διαφερούσης τῆς, ἕν οὕτως εἴπω, »διἰ ἐσόπτρου »καὶ ἐν αἰνίγματι«, ὁμοιῶς τῇ νῦν γνώσει πίστεως. II, 23 Ὡς δέ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, Πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐιοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἀ ἐΠοίει. 24 αὐλὸς δέ ’Ιηοοῦς ουκ ἐπίοιεν αὑτὸν αὐιοῖς, διὰ τὸ αὐτὸν γινώσκειν Πάντας 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ Περὶ ἀνθρώπου· ἀλαιὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.