Ancient Greek
307 to 309
Origen, Commentarii in Evangelium Joannis 307-2-309
Not analysed yet
Ζητήσαι τις ἂν πῶς τοῖς μεμαρτυρημένοις πιστεύειν ἑαυτὸν οὐκ ἐπίστευεν ὁ Ἰησοῦς. λεκτέον δὲ πρὸς τοῦτο, ὅτι οὐχὶ τοῖς πιστεύουσιν εἰς αὐτὸν οὐ πιστεύει ἑαυτὸν ὁ Ἰησοῦς, ἀλλὰ τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· διαφέρει γὰρ τὸ πιστεύειν εἰς αὐτὸν τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ. ὁ γοῦν διὰ πίστιν μὴ κριθησόμενος τῷ εἰς αὐτὸν πιστεύειν οὐ κρίνεται, οὐχὶ δὲ εἰς τὸ ὄνομα αὐτοῦ· φησὶ γὰρ ὁ κύριος· »Ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται«· οὐχὶ δὲ »Ὁ πιστεύων εἰς τὸ ὄνομά μου οὐ κρίνεται«. οὐκέτι δὲ φησιν· »Ὁ πι »στεύων εἰς ἐμὲ ἤδη κέκριται«· τάχα γὰρ ὁ πιστεύων εἰς τὸ ὄνομα αὐτοῦ πιστεύει μέν, διόπερ οὔκ ἐστιν ἄξιος ἤδη κεκρίσθαι, ἐλάττων δὲ ἐστιν τοῦ πιστεύοντος εἰς αὐτόν. διὰ τοῦτο τῷ πιστεύοντι εἰς τὸ ὄνομα αὐτοῦ ἑαυτὸν οὐ πιστεύει ὁ Ἰησοῦς.