Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 310-2
Not analysed yet
βασιλείᾳ τῶν οὐρανῶν( τὸ δὲ καὶ ἤδη πάντα τὸν σπείροντα μετὰ παντὸς τοῦ θερίζοντος χαίρειν εἴ τις διστάζει παραδέξασθαι, νοησάτω ὅτι θερισμός πως ἦν τις ἡ μεταμόρφωσις Ἰησοῦ ἐν δόξῃ φαινομένου οὐ μόνον τοῖς θερισταῖς Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ἰωάννῃ, τοῖς συναναβᾶσιν αὐτῶ ,ἀλλὰ καὶ τοῖς σπείρασιν Μωσῇ καὶ Ἠλίᾳ· ἅμα γὰρ αὐτοῖς χαίρουσιν ὁρῶντες τὴν δόξαν τοῦ υἱοῦ τοῦ θεοῦ, ἥντινα ἐπὶ τοσοῦτον πεφωτισμένην ὑπὸ τοῦ πατρὸς καὶ φωτίζουσαν τοὺς ὁρῶντας πρότερον οὐχ ἑωράκει Μωσῆς καὶ Ἠλίας, ὡς νῦν θεῶνται ἅμα τοῖς ἁγίοις ἀποστόλοις.