Ancient Greek
311 to 313
Origen, Commentarii in Evangelium Joannis 311-2-313
Not analysed yet
ὡς καθολικῷ δὲ ἴσον δυνάμενον λαμβάνομεν τὸ »Ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς »ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων« διὰ τὸ ἐν τοῖς ἑξῆς πλείονας λέγεσθαι τοὺς θεριστὰς καὶ πλείονας τοὺς κεκοπιακότας, δῆλον ὅτι εἰς τὸ σπεῖραι. λέγεται γὰρ ὡς πρὸς πολλοὺς θεριστὰς τὸ »Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιά- »κατε«, καὶ ὡς πολλῶν ἐν τῷ σπόρῶ κεκμηκότων τὸ »Ἄλλοι κεκο- »πιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε«. ἴσον δὲ δύναται καθολικῷ τὸ »Ὁ θερίζων μισθὸν λαμβάνει« καὶ τὸ ἑξῆς τοιοῦτον· »πᾶς ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς »ζωὴν αἰώνιον«, ἵνα πᾶς ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ πᾶς ὁ θερίζων«,