Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 315
Not analysed yet
χρήσονται δὲ οἱ πρότεροι τῷ »Πολλοὶ »προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ »εἶδον, καὶ ἀκοῦσαι <ἃ> ἀκούετε καὶ οὐκ ἤκουσαν«, καὶ τῷ »Ἰδού, πλεῖον Σολομῶνος ὡδε«, καὶ τῷ »Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη »τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀπο- »στόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ »σύνσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ«, καὶ τῷ ἐν τῷ Δανιὴλ γεγραμμένῳ μετά τινα ὅρασιν, ὅτι »Ἀνέστην, καὶ οὐκ ἦν ὁ »συνιών«, καὶ τῷ ἐν τῷ Ἡσαΐᾳ »Εἰσὶν οἱ λόγοι τοῦ βιβλίου τούτου ὡς βιβλίον ἀνθρώπου ἐσφραγισμένον, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ »μὴ ἐπισταμένῳ γράμματα λέγοντες· Ἀνάγνωθι, ἐρεῖ· Οὐκ ἐπίσταμαι »γράμματα· καὶ δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, καὶ »ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ«.