Ancient Greek · ~4 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 316-2
Not analysed yet
οἱ δὲ δεύτεροι ταῦτα πάντα διαλύσονται τῷ »Σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, »ἐπὶ δὲ χείλεσιν φορεῖ ἐπιγνωμοσύνην« λέγοντες λέγοντες καὶ ἕκαστον τῶν προφητῶν τὰ διακονηθέντα ὑπ’ αὐτῶν νενοηκέναι, οὐχ ὥστε καὶ ἑτέροις παραδοῦναι καὶ ἀναπτύξαι τὰ μυστήρια· τοὺς μέντοι γε ἀποστόλους, ὡς ἐν καιρῷ ἀποκαλύψεως γενομένους, εἰπεῖν ἄν· »Στή- »κετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε« καὶ »Ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώ- »ποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαις«, καὶ ὅτι εἰ ἐπεθύμουν πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν, ἃ ἔβλεπον οἱ ἀπόστολοι καὶ ἃ ἤκουον λέγοντος τοῦ σωτῆρος, οὐ πάντως τὰ τῶν νομικῶν γραφῶν καὶ προφητικῶν ἐπεθύμουν, ἀλλὰ τούτων μείζονα ἀπαγγελλόμενα πρὸς τοῖς πνευματικοῖς τοῦ νόμου καὶ τοῖς ἀπορρήτοις τῶν προφητῶν ὑπὸ τοῦ σωτῆρος τοῖς ἀποστόλοις, ὁποῖα ἠν τὸ »Ἤκουσα ἄρρητα »ῥήματα, ὃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι« καὶ παραπλήσια τοῖς ὑπὸ τοῦ παρακλήτου λεγομένοις.