Ancient Greek
317 to 318
Origen, Commentarii in Evangelium Joannis 317-318
Not analysed yet
εἰ τὸ τὸ »Ἀνθρώπου« τηρήσαιμεν ἐπὶ τοῦ θνητοῦ λογικοῦ ζῴου μόνου, ὁ μέν τις ἐρεῖ χρείαν ἔχειν αὐτόν, ἴνα τις μαρτυρήσῃ περὶ τῶν ὑπὲρ τὸν ἄνθρωπον, οὐδὲ ἀρκοῦντα ὁμοίως τοῖς ἀνθρωπίνοις γινώσκειν καὶ τὰ περὶ ἐκείνων. ἄλλος δέ τις φήσει τὸν κενώσαντα ἑαυτὸν μὴ χρείαν ἔχειν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου ,χρείαν δὲ ἔχειν περὶ τῶν κρειττόνων ἢ κατὰ ἄνθρωπον.