Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 316
Not analysed yet
τὸ δὲ »Οὐ χρείαν εἶχεν ἴνα τις »μαρτυρήσῃ περὶ ἀνθρώπους ἀντιστατέον πρὸς τὸ »Οὐ χρείαν »ἔχει ἵνα τις μαρτυρήσῃ περί τινος«. εἰ μὲν γὰρ τὸ »Ἀνθρώπου« λαμβάνοιμεν ἐπὶ παντὸς τοῦ κατ' εἰκόνα θεοῦ ἢ παντὸς λογικοῦ, οὐ χρείαν ἕξει ἵνα τις μαρτυρήσῃ περὶ αὐτοῦ, περὶ οὑ δήποτε τῶν λογικῶν, ἀφ' ἑαυτοῦ γινώσκων τοὺς πάντας κατὰ τὴν δεδομένην αὐτῷ δύναμιν ἀπὸ τοῦ πατρός.