Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 320-2
Not analysed yet
Εἴτε κατὰ τὸ ἀπὸ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν ληφθὲν παράδειγμα ἐκλαμβάνοιμεν τὰ κατὰ τὸν τόπον, σαφὲς πῶς ἀληθινὸς λόγος ἐστὶν τὸ ἄλλον μὲν εἶναι τὸν σπείροντα ἄλλον δὲ τὸν θερίζοντα· εἴτε κατὰ τὸ ἐσπαρκέναι μὲν Μωσέα καὶ τοὺς προφήτας, τεθεωρηκέναι δὲ λευκῶν γενομένων τῶν χωρῶν τοὺς ἐπάραντας τοὺς ὀφθαλμοὺς κατὰ τὰς ὑποθήκας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ἵνα θεάσωνται τὰς χώρας πῶς ἠσαν λευκαὶ πρὸς θερισμὸν ἤδη, καὶ οὕτω δῆλον πῶς ἄλλος ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.