Ancient Greek · ~4 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 319-2
Not analysed yet
ἄλλος δέ τις ἐρεῖ ὅλα τὰ νομικὰ καὶ τὰ προφητικὰ ἀκριβῶς κατὰ τὴν πνευματικὴν ἐκδοχὴν νενοημένα Μωσεῖ καὶ τοῖς προφήταις καὶ ὡς ἐχρῆν κεκαλυμμένως καὶ ἐσκεπασμένως ἀναγεγραμμένα τὰ ἐσπαρμένα εἶναι· ἐπεὶ δὲ »Λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, »αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει«, δῆλον ὅτι οἱ ἀπόστολοι σπέρμασιν ἀπορρητοτέρων καὶ βαθυτέρων χρησάμενοι τοῖς ὑπὸ Μωσέως καὶ τῶν προφητῶν νενοημένοις, διαβεβήκασιν ἐπὶ τὸ εἰς πολλαπλασίονα φθάσαι τῆς θεάματα, Ἰησοῦ Ἰησοῦ ἐπαίροντος αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ φωτίζοντος αὐτῶν τὰς διανοίας, καὶ ἠν τὰ πολλαπλασίονα θερισμὸς τῶν πολλῶν χωρῶν· οὐχ ὡς ὑποδεέστεροι δὲ οἱ προφῆται καὶ Μωσῆς ἀρχῆθεν οὐκ εἶδον ὅσα οἱ ἀπόστολοι κατὰ τὴν Ἰησοῦ ἐπιδημίαν, ἀλλ' ὡς περιμένοντες τὸ πλήρωμα τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν μετὰ τοῦ ἐξαιρέτου τῆς Ἰησοῦ Χριστοῦ ἐπιδημίας καὶ ἐξαίρετα παρὰ τά λελαλημένα πώποτε ἐν τῷ κόσμῳ ἢ γεγραμμέμα ἀπο- καλυφθῆναι ὑπὸ τοῦ οὐχ ἁρπαγμὸν ἡγησαμένου »τὸ εἶναι ἴσα θεῷ«, ἀλλ’ ἑαυτὸν κενώσαντος καὶ »μορφὴν δούλου« εἰληφότος. IV, 37. Ἐν γὰρ τούτῷ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.