Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 321
Not analysed yet
εἰ γὰρ πάντας ἐγίνωσκεν, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ τὰ ὑπὲρ τὸν ἄνθρωπον ἐγίνωσκεν ,καὶ πάντας τοὺς ἔξω τοιούτων σωμάτων· ἐγίνωσκέν τε τί ἦν ἐν τῷ ἀνθρώπω ,ἅτε μείζων τυγχά- νων τῶν ἐν τῷ προφητεύειν ἐλεγχόντων καὶ κρινόντων ,καὶ τὰ κρυπτὰ τῆς καρδίας εἰς φανερὸν ἀγόντων πάντων ὧν τὸ πνεῦμα ὑποβάλλει αὐτοῖς. δύναται δὲ τὸ »Ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ« λαμβάνεσθαι καὶ ἐπὶ τῶν ἐνεργουσῶν δυνάμεων χειρόνων ἢ κρειττόνων ἐν ἀνθρώποις.