Ancient Greek · ~2 min
322 to 323
Origen, Commentarii in Evangelium Joannis 322-323
Not analysed yet
εἰ μὲν γὰρ δίδωσίν τις »τόπον τῷ διαβόλῳ« εἰσέρχεται εἰς αὐτὸν ὁ σατανᾶς, ὥσπερ ἔδωκεν Ἰούδας, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ, ἴνα παραδῷ τὸν Ἰησοῦν· διὸ καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς. εἰ δὲ δίδωσιν τόπον τῷ θεῷ, μακάριος γίνεται· »Μακάριος γὰρ οὗ ἐστιν ἀντίληψις αὐτῷ »παρὰ τοῦ θεοῦ καὶ ἀνάβασις ἐν τῇ καρδίᾳ αὐτοῦ ἀπὸ τοῦ θεοῦ«. γινώσκει οὖν τί ἦν ἐν τῷ ἀνθρώπῳ ὁ γινώσκων πάντα υἱὸς τοῦ θεοῦ. Ήδη δὲ τὴν αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ δεκάτου τόμου, ἐνταῦθά που καταπαύσομεν τὸ βιβλίον.