Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 326
Not analysed yet
καὶ ἀεὶ δὲ ὁ λόγος τοῖς μαθητευομένοις γνησίως ποιεῖ τοὺς τῶν προτέρων καμάτους σαφεστέρους, χωρὶς τοῦ ὁμοίου τοῖς σπείρασιν κόπου. εἰς ὅλα δὲ τὰ περὶ τῶν ὑπὸ ἄλλων 〈σπειρομένων καὶ ὑπ᾿ ἄλλων〉 θεριζομένων καὶ τοῦτο ἐπισκοπητέον, μήποτε ἀγγέλων ἐπὶ τῆς σπορᾶς τῶν ἀνθρώπων τεταγμένων οἱ συνεργοὶ τῆς τελειώσεως τῶν ἐσπαρμένων ἀπόστολοι εἰς τὸν ἑτέρων κάματον εἰσέρχονται θερίζοντες καὶ καρποὺς ἐν τοῖς ὠφελημένοις εὑρίσκοντες, οὕστινας ἡ Ἰησοῦ ἐπιδημία ἑτοίμους πρὸς θερισμὸν καὶ πρὸ τῆς ἐλπιζομένης τετραμήνου πεποίηκεν.