Ancient Greek
327 to 329
Origen, Commentarii in Evangelium Joannis 327-329
Not analysed yet
ἐὰν δὲ ταῦθ᾿ οὕτως ἔχῃ, θεωρῆσαι ἄξιον εἰ καματηρά ἐστιν ἡ τῶν ἀΠέλων πρὸς τὸ ἐνσπείρεσθαι ψυχὰς σώμασιν λειτουργία, δύο τινὰ συναγόντων τῇ φύσει ἐναντία εἰς κρᾶσιν μίαν, καὶ ἐν καιρῷ τῷ τεταγμένῳ ἀρχομένων τε τὴν περὶ ἑκάστου ποιεῖν οἰκονομίαν καὶ εἰς τελεσφόρησιν προαγόντων τὸν προπεπλασμένον. ἀλλ’ ἐρεῖ τις τούτοις ἐναντίον εἶναι τὸ αὐτὸν λέγεσθαι πλάσσειν τὸν θεὸν ἔν τε τῷ »Αἱ χεῖρές »σου ἐποίησάν με καὶ ἔπλασάν με« καὶ ἐν τώ »Πρὸ τοῦ με πλάσαι »σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας »ἡγίακά σε« πρὸς τοῦτο λεκτέον, ὅτι ὥσπερ ὁ νόμος διετάγνη δι' ἀγγέλων, καὶ ὁ δι' ἀλλγέλων> λαληθεὶς λόγος ἐγένετο δ' ὅτι ὑπὸ θεοῦ λαληθείς, οὕτως ἀνδέχεται καὶ διὰ τῶν τεταγμένων ἐπὶ τῆς γενέσεως ἀγγέλων θεὸν πλάττειν ἐν κοιλίᾳ λέγειν.