Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 33
Not analysed yet
κάτω χώρᾳ οἱ τοῖς ἀψύχοις καὶ νεχροῖς εἰδώλοις ἐγχείμενοι. τὸ δὲ ἀνάλογον καὶ ἐπὶ τῶν κατὰ τὸν λόγον εὐρίσχομεν. οἱ μὲν γὰρ αὐτῷ τῷ λόλῳ κεκόσμηνται· οἱ δὲ παρακειμένῳ τινὶ αὐτῷ καὶ δοκοῦντι εἶναι αὐτῷ τῷ πρώτῳ λόγῳ, οἱ μηδὲν εἰδότες »εἰ μὴ Ἰησοῦν Χριστὸν »καὶ τοῦτον ἐσταυρωμένον«, οἱ τὸν λόγον σάρκα ὁρῶντες· καὶ δοκοῦντι οὓς πρὸ βραχέος εἰρήκαμεν. τί δὲ δεῖ λέγειν περὶ τῶν νομιζομένων μὲν ἐν λόγῳ τυγχάνειν, ἀποπεπτωκότων δὲ οὐ μόνον αὐτοῦ τοῦ καλοῦ ἀλλὰ καὶ τῶν ἰχνέων τῶν μετεχόντων αὐτοῦ; 1, 2. Οὖτος τἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.