Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 331
Not analysed yet
καὶ περιεργότερόν γε οὗτος ὁ λόγος ἐκλήψεται τὸ »Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν »ἡμετέραν« τοῦτο λέγοντος τοῦ θεοῦ περὶ πάντων ἀνθρώπων καὶ προκαταρχομένου τοῦ ἔργου, ὅπερ ἔργον ὕστερον καὶ ὑπὸ τῶν λοιπῶν, πρὸς οὓς ὁ λόγος, κατὰ τὴν οἰκείαν μερίδα γίνεται, τούτοις λέγοντος τοῦ θεοῦ »Ποιήσωμεν ἄνθ ρωπον«· οἷς καί φησιν ἐπὶ τῆς τῶν διαλέκτων συγχύσεως· Δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ »αὐτῶν τὴν γλῶσσαν«.