Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 330
Not analysed yet
οὐκ οἶδα δὲ εἰ χώραν ἔχει εἰς τὸ ἠπορημένον καὶ τοιοῦτόν τι λέγειν, ὅτι οἱ εἰπόντες »Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με« Ἰὼβ καὶ Δαβὶδ μερίδος ὄντες θεοῦ ἐπλάσθησαν, καὶ ὁ Ἱερεμίας ἀκούων Πρὸ τοῦ »με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε«· ὡς τῆς μερίδος ἐσόμενος τοῦ θεοῦ πέπλασται ὑπ᾿ αὐτοῦ· οἱ δὲ τῆς ἑτέρων μερίδος ὄντες ὑπὸ τῶν λαχόντων αὐτοὺς πλάττονται.