Ancient Greek
334 to 335
Origen, Commentarii in Evangelium Joannis 334-335
Not analysed yet
μήποτε οὖν δύναται διὰ τοῦτο λέγεσθαι τοῖς ἀποστόλοις μετ᾿ ὀλίγον ἀκουσομένοις· »Πορεύεσθε, »μαθητεύσατε πάντα τὰ ἔθνη« τὸ »Ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς »εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε«. εἰ δὲ ἅγιοι ἄγγελοί εἰσιν οἱ τὰς λοιπὰς μερίδας παρὰ τὴν ἐκλεκτὴν εἰληχότες καὶ ἐπὶ τῆς διασπορᾶς τῶν ψυχῶν τεταγμένοι, οὐδέν ἐστιν ἄτοπον τὸν σπείροντα ὁμοῦ χαίρειν καὶ τὸν θερίζοντα μετὰ τὸν θερισμόν.