Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 336
Not analysed yet
Ὁ δ᾿ Ἡρακλέων φησὶν ὅτι οὐ δι᾿ αὐτῶν οὐδὲ ἀπ’ αὐτῶν ἐσπάρη ταῦτα τὰ σπέρματα φησὶ (φησὶ τῶν ἀποστόλων)· οἱ δὲ κεκοπιακότες εἰσὶν οἱ τῆς οἰκονομίας ἄγγελοι, δι᾿ ὧν ὡς μεσιτῶν ἐσπάρη καὶ ἀνετράφη. εἰς δὲ τὸ· »Ὑμεῖς »εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε« ταῦτα ἐξέθετο· οὐ γὰρ ὁ αὐτὸς κόπος σπειρόντων καὶ θεριζόντων· οἱ μὲν γὰρ ἐν κρύει καὶ κόπῳ τὴν γῆν σκάπτοντες σπείρουσιν καὶ δι’ ὅλου χειμῶνος τημελοῦσιν σκάλλοντες καὶ τὰς ὕλας ἐκλέγοντες· οἱ δὲ εἰς ἕτοιμον καρπὸν εἰσελθόντες θέρους εὐφραινόμενοι θερίζουσιν.