Ancient Greek · ~3 min
337 to 339
Origen, Commentarii in Evangelium Joannis 337-339
Not analysed yet
ἐξέσται δὲ συγκρίνοντι τά τε ὑφ’ ἡμῶν εἰρημένα τῷ ἐντυγχάνοντι καὶ τὰ ὑπὸ τοῦ Ἡρακλέωνος ὁρᾶν, ὁποία τῶν διηγήσεων ἐπιτετεῦχθαι δύναται. IV, 39. Ἐκ δέ τῆς Πόλεως ἐκείνης Πολλοὶ ἐπίστευσαν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μορτυρούσης ὅτι Εἶπέν μοι πάντα ὅσα ἐποίησα. Τῆς Σαμαρείτιδος καταλιπούσης τὴν ὑδρίαν καὶ ἀπελη- λυθυίας εἰς τὴν πόλιν ὑπὲρ τοῦ εὐαγγελίσασθαι τὰ περὶ τοῦ σωτῆρος, καὶ τῶν πιστευόντων τῷ λόγῳ τῆς γυναικὸς ἐρχομένων πρὸς τὸν κύριον, ἐν τῷ μεταξὺ ὁ σωτὴρ τοῖς μαθηταῖς συντυγχάνων πεποίηται τοὺς προειρημένους μένους ἐρωτώντων ἐρωτώντων τῶν μαθητῶν, ὅπως φάγῃ. μετὰ δὲ τὸ λεχθῆναι πρὸς τοὺς μαθητὰς τὰ κατὰ δύ- ναμιν ἐξητασμένα, ἐπαναλαμβάνει ἡ γραφή τὰ περὶ τῶν ἐληλυθότων ἐκ τῆς πόλεως πρὸς αὐτὸν καὶ πιστευσάντων διὰ τὴν μαρτυρίαν τῆς γυναικὸς λεγούσης ὅτι »Εἶπέν μοι πάντα ὅσα ἐποίησα«.